* * *

* * *

+ + +


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Κυριακή 29 Απριλίου 2012

ΜΕΓΑΛΗ TΡΙΤΗ


---



ΜΕΓΑΛΗ TΡΙΤΗ





Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός·
καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα·
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα.
Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς,
ἵνα μὲ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς Βασιλείας ἔξω κλεισθῇς·
ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός·
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

* * *

Τῆς τῶν δέκα παρθένων παραβολῆς τὴν ἀνάμνησιν ποιούμεθα σήμερον,
ἣν ἐλάλησεν ὁ Ἰησοῦς μετὰ καὶ ἄλλων τοιούτων παραβολῶν,
ἐρχόμενος ἐπὶ τὸ Πάθος.



Διδάσκει δὲ ἡμᾶς ἡ παραβολὴ αὕτη, ἵνα μὴ τὸ μέγα τῆς παρθενίας ἔργον
κατορθοῦντες ἀμελῶμεν τῶν λοιπῶν, καὶ μάλιστα τῆς ἐλεημοσύνης,
δι' ἧς ἡ λαμπὰς τῆς παρθενίας φαιδρύνεται.
Ἔτι δὲ ἵνα, τὸ τέλος τῆς ζωῆς ἡμῶν ἀγνοοῦντες,
ὑπάρχομεν πᾶσαν ὥραν ἕτοιμοι πρὸς αὐτό,
ὡς αἱ φρόνιμοι παρθένοι, πρὸς τὴν τοῦ Νυμφίου ἀπάντησιν,
μήποτε, αἰφνιδίως ἐλθόντος αὐτοῦ, καὶ κλεισθείσης τῆς θύρας
τοῦ Οὐρανίου Νυμφώνος, ἀκούσωμεν καὶ ἡμεῖς, ὡς αἱ μωραί,
τὴν φρικτὴν ἐκείνην ἀπόφασιν·

Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

---

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου