ΕΠΙΚΟΙΝΩΝΙΑ:





Παρασκευή 13 Απριλίου 2012

Μέγα Σάββατο

---


ΜΕΓΑ ΣΑΒΒΑΤΟ




Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται·
καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος,
ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ ἀθάνατος.
Γυναῖκες δὲ Αὐτὸν ἦλθον μυρίσαι,
κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι·
τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον,
ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.

* * *

Τῇ ἐπαύριον μετὰ τὴν Παρασκευήν, ἡμέρᾳ Σαββάτου, Μαρτίου κδ΄,
συναχθέντες οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς τὸν Πιλάτον
παρεκάλεσαν αὐτὸν ἵνα ἀσφαλίσῃ τὸν Τάφον τοῦ Ἰησοῦ
ἔως τῆς τρίτης ἡμέρας διότι, καθὼς ἔλεγον οἱ θεομάχοι,
ἔχομεν ὑποψίαν μήπως οἱ Μαθηταὶ Αὐτοῦ, κλέψαντες διὰ νυκτὸς
τὸ ἐνταφιασθὲν Αὐτοῦ Σῶμα, κηρύξωσιν ἔπειτα εἰς τὸν λαὸν
ὡς ἀληθινὴν τὴν Ἀνάστασιν ἣν προεῖπεν ὁ πλάνος Ἐκεῖνος, ἔτι ζῶν·
καὶ τότε ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Ταῦτα εἰπόντες πρὸς τὸν Πιλάτον καὶ λαβόντες ἄδειαν παρ' αὐτοῦ,
ἀπῆλθον καὶ ἐσφράγισαν τὸν Τάφον, διορίσαντες
πρὸς ἀσφάλειαν αὐτοῦ καὶ κουστωδίαν,
τοὐτέστι φύλακας ἐκ τῶν φυλασσόντων
τὴν πόλιν στρατιωτῶν.

Διαβᾶστε ἐδῶ τὸ Ὑπόμνημα στὸ Μέγα Σάββατο

Ἐπίσης τὸ


«ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ»
(Ἁγ. Ἰωάννου τοῦ Χρυσοστόμου) 



---

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου