ΣΗΜΑΝΤΙΚΕΣ ΚΑΤΗΓΟΡΙΕΣ ΑΝΑΡΤΗΣΕΩΝ



ΕΠΙΚΟΙΝΩΝΙΑ:







ΑΡΧΕΙΟΘΗΚΗ ΙΣΤΟΛΟΓΙΟΥ ΚΑΙ ΑΛΛΕΣ ΚΑΤΗΓΟΡΙΕΣ ΣΤΟ ΚΑΤΩ ΜΕΡΟΣ ΤΗΣ ΣΕΛΙΔΟΣ


Παρασκευή, 16 Σεπτεμβρίου 2011

Προφήτης Μωϋσής



+++


Μνήμη: 4ῃ Σεπτεμβρίου


Ἔξοδος

(Ἐκ τοῦ Κεφ. 35)

...30 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ· ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος
τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν ῎Ωρ, ἐκ τῆς φυλῆς ᾿Ιούδα, 31 καὶ ἐνέπλησεν αὐτὸν
πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων 32 ἀρχιτεκτονεῖν κατὰ πάντα
τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
33 καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
34 καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ τῷ ᾿Ελιὰβ τῷ τοῦ ᾿Αχισαμάχ,
ἐκ φυλῆς Δάν. 35 καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι
ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ,
ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.




+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου