

+++


Εν τελει άνοιξε! Μάλλον διαδικτυακός δάκτυλος! Μέχρι να αναρτήσω τα δικά μου σχόλια, μπορειτε οι υπόλοιποι να καταγραψετε ποιός ήταν ο βασικός προβληματισμός σας (αν υπήρξε) όταν επιχειρήσατε το σχεδιασμό των ποδιών;
+++



Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας· τὰ προτυπούμενα πάλαι σκιωδῶς
νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία,
τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται,
τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα,
καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα· ἵνα ὃν σεβόμεθα,
τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα
Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες·
ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή,
εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη.
Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν·
Ὁ Θεὸς σῷσον τὸν λαόν σου, καὶ εὐλόγησον
τὴν κληρονομίαν σου.
+++

Στιχηρὸν τῶν Αἴνων Κυριακῆς τῆς Ὀρθοδοξίας
Ἦχος δ´.
Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου,
μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος.
Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως,
πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ,
τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει,
ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν,
Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι·
καὶ ὁμόνοια γίνεται, τῶν πιστῶν θεοβράβευτος.


