+++
ΣΤΗΝ ΝΕΑ ΚΥΡΙΑΚΗ
(ΤΟΥ ΘΩΜΑ)
«Τῶν θυρῶν Κεκλεισμένων»
Ψηφιδωτὸ Ἱερᾶς Μονῆς Ὁσίου Λουκᾶ Βοιωτίας, 11ου αἰ.
(φωτ. 26. 4. 2014)
Στιχηρὸν Ἰδιόμελον τοῦ Ἑσπερινοῦ
Ἦχος α´
Ποίημα Ἰωάννου Μοναχοῦ
Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων,
εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν,
Στιχηρὸν Ἰδιόμελον τοῦ Ἑσπερινοῦ
Ἦχος α´
Ποίημα Ἰωάννου Μοναχοῦ
Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων,
εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν,
καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας
Ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας,
καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ,
ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν·
διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις,
καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.
+++
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου