+++
Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
25η Μαρτίου
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (τρίς)·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν Κύριε,
ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δι ̓ ἧς ἡ χαρὰ ἐκλάμψει·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν Κύριε,
ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δι ̓ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε, δι ̓ ἧς ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον·
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι ̓ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι ̓ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.
* * *
+++
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου