* *** *

*  ***  *


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Παρασκευή 6 Απριλίου 2018

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ...

+++


 Συναξάριον

 Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν,
τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις,
τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος,
τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον,
ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ,
τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.







Στίχοι εἰς τὴν Σταύρωσιν

Ζῶν εἶ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,
Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.
Ἕτεροι εἰς τὸν εὐγνώμονα Λῃστὴν
Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,
Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.




 Κοντάκιον Ἦχος πλ. δ´.

Τὸν δι' ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν·
αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν·
Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.


Ὁ Οἶκος.

Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον,
ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων γυναικῶν,
ταῦτα βοῶσα· Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς;
μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κᾀκεὶ νῦν σπεύδεις,
ἵνα ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσης; συνέλθω σοι Τέκνον, ἢ μείνω σοι μᾶλλον,
δός μοι λόγον Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με·
σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.



 Τῇ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἀμήν!





+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου