* *** *

*  ***  *


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Τετάρτη 1 Μαΐου 2013

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ...

+++


 Συναξάριον

 Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ
Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν,
ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.







Στίχοι 

Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.




Ἀπὸ τὸ Τριῴδιον τοῦ Ἀποδείπνου

Γυνή, ἐπιστᾶσά σοι Λόγε, πρὸς τοὺς πόδας θρηνοῦσα,
τὸ ἀλάβαστρον Σωτήρ, τοῦ μύρου κατεκένου,
ἐπὶ τὴν σὴν κεφαλήν, τοῦ ἀθανάτου μύρου.

 Ἐπιστᾶσα ἡ Γυνὴ πρὸς τοὺς πόδας σου Σωτήρ,

ἐπέχεε τὸ μύρον, εὐωδίας πληροῦσα καὶ μύρου πληρουμένη,
τοῦ τῶν ἔργων ἱλασμοῦ.

Ἀρωμάτων εὐπορῶ, ἀρετῶν δὲ ἀπορῶ, ἃ ἔχω σοι προσάγω,

δὸς αὐτὸς ἅπερ ἔχεις καὶ ἄνες μοι καὶ ἄφες,
βοᾷ Πόρνη τῷ Χριστῷ.

Μύρον παρ' ἐμοὶ φθαρτόν, μύρον παρὰ σοὶ ζωῆς·

μύρον γὰρ ὄνομά σοι, κενωθὲν τοῖς ἀξίοις,
ἀλλ' ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.

 

 Κάθισμα. Ἦχος α´.
 
Τὸν τάφον σου Σωτὴρ.

Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον,
ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας,
θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα.
Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με,
μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.

 

 Κοντάκιον. Ἦχος δ´.
 

Ὁ ὑψωθείς.

Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους
οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι,
πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας,
ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς,
τῶν ὀφλημάτων κράζοντι Σωτήρ.
Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.

Ὁ Οἶκος.
 
Ὁ μετὰ τρίτον Οὐρανόν.

Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη,
μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος,
διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως,
ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧν περ πρῶτος πέλω,
καὶ πτοοῦμαι, ἀλλ' ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων,
ἡ Πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ,
ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν· Φιλάνθρωπε καὶ οἰκτίρμον,
ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.




 Ἀλλ᾿ ὁ τῷ νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός,
τῶν ἐπιρρύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς,
ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος.

Ἀμήν!




+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου