+++
Συναξάριον
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς,
τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.

Στίχοι
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀπὸ τὸ Τριῴδιον τοῦ Ἀποδείπνου
Φαιδρυνέσθω ἡ λαμπάς, ὑπερεκχείσθω ταύτης καὶ τὸ ἔλαιον,
ὡς ταῖς Παρθένοις τότε ἡ συμπάθεια, ἵνα εὕρῃς ψυχή μου,
τὸν νυμφῶνα τότε, Χριστοῦ ἀνεῳγμένον.
Κάθισμα. Ἦχος δ´.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νυμφίον ἀδελφοὶ ἀγαπήσωμεν,
τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν,
ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ,
ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι,
ἕτοιμοι εἰσέλθωμεν, σὺν αὐτῷ εἰς τοὺς γάμους·
ὁ γὰρ Νυμφίος δῶρον ὡς Θεός,
πᾶσι παρέχει τὸν ἄφθαρτον στέφανον.
Εἰς τοὺς Αἴνους
Ἰδιόμελα. Ἦχος α´.
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι
ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα,
ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου,
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων,
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου,
καὶ σῶσόν με ὡς φιλάνθρωπος.
Ἦχος β´.
Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ,
καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην
μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα
τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ' ἐκτινάξας μου
τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις
συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν,
ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως·
Κύριε δόξα σοι.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα. Ἦχος πλ. β´.

Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ·
νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος,
πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον.
Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν
λαμπρότητος ἐπιτελείσθω, κοινωνείτω δὲ τοῦ λόγου,

πιστὸς τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος·
οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ
τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν·αὐτῆς ἡμᾶς καταξίωσον,
Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσῃς
ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς·
ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι·
μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς·
ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις,
σῶσόν με ὡς φιλάνθρωπος.

Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους,
ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου,
τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον,
τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας,
τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον,
τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.

Δόξα. Καὶ νῦν. Ἦχος βαρύς.
Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου,
φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς,
καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ,
ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς·
Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα,
διὰ τὸ μέγα σου ἔλεος.

Ἀλλ᾿ ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς.
Ἀμήν!
Ἀμήν!
+++
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου