+++
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός,
ΣΤΟ ΨΥΧΟΣΑΒΒΑΤΟ
Ἀπολυτίκιον Ψυχοσάββατου.
Ἦχος πλ. δ´
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν,
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν,
καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων,
μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε
τὰς ψυχὰς τῶν δούλων Σου·
ἐν Σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο,
τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Τῇ ἐκ νεκρῶν Ἐγέρσει Σου Χριστέ, οὐκέτι ὁ θάνατος,
κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς,
τοὺς Σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς Σου,
καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον,
λατρεύσαντάς Σοι καθαρῶς, Πατέρας καὶ Ἀδελφοὺς ἡμῶν,
φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον,
τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς Σὲ μεταστάντα
πολυειδῶς καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τυχεῖν
τῆς οὐρανίου βασιλείας Σου.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός,
ἀνάπαυσον τοὺς Σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν·
εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ᾿ οὐκ ἀπέστησαν ἐκ Σοῦ.
+++
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου