--
ΩΦΕΛΙΜΑ ΠΑΤΕΡΙΚΑ ΑΠΟΦΘΕΓΜΑΤΑ
†
Μνήμη: 19η Ἰανουαρίου
Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου
«Πλὴν δὲ ἕν ζητεῖται, ἵνα ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ καὶ τὴν ζωήν,
ἥτις ἐστὶν ὁ Κύριος, ἐν τῷ νῷ· εἴτε ἐργάζεται εἴτε εὔχεται εἴτε ἀναγινώσκει,
ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τὸ μὴ παρερχόμενον, ὅ ἔστι τὸ Ἅγιον Πνεῦμα».
(Ὁμιλία Γ´, § 3)
«Καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι,
οὔτω χωρὶς τῆς ἐπουρανίου ψυχῆς, τοῦ θεϊκοῦ Πνεύματος,
νεκρὰ τυγχάνει ἀπὸ τῆς Βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ Θεοῦ
ἄνευ τοῦ Πνεύματος».
(Ὁμιλία Λ´, § 3)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου