* *** *

*  ***  *


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Κυριακή 20 Μαΐου 2012

ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΨΥΧΑΪΤΗΣ

++


ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΨΥΧΑΪΤΟΥ

(Μνήμη: 7ῃ Μαΐου)


Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων, Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως, μάκαρ.



Ἰωάννης ὁ Ὅσιος Πατὴρ ἡμῶν οὗτος ἦτο κατὰ τὸν καιρὸν τῶν εἰκονομάχων,
ἐκ νεαρᾶς δὲ ἡλικίας μιμούμενος
τὴν πολιτείαν τοῦ Βαπτιστοῦ Ἰωάννου
καὶ τοῦ Προφήτου Ἠλιοῦ,
διῆγε τραχὺν καὶ ἀσκητικὸν βίον.



Ἀνδρείως ὅθεν νικήσας τὰς τῶν δαιμόνων προσβολὰς
καὶ διὰ πλήθους δακρύων καθαρίσας τὴν ἑαυτοῦ ψυχήν,
ἐξιλέωσε τὸν Θεὸν διὰ τῶν παννυχίων στάσεων καὶ ἀγρυπνιῶν αὐτοῦ.



Προσκυνῶν δὲ καὶ τιμῶν ὁ ἀοίδιμος τὰς σεβασμίας Εἰκόνας
τοῦ Δεσπότου Χριστοῦ καὶ πάντων τῶν Ἁγίων καὶ ἀποστρεφόμενος
καὶ ἐξουθενῶν τὰ φρονήματα τῶν εἰκονομάχων,
κατεξήρανε διὰ τῆς Ὁμολογίας
καὶ τῶν δακρύων του,
τοὺς ποταμοὺς τῆς τούτων αἱρέσεως.
Διὰ τοῦτο ὑπέμεινεν ἐξορίας καὶ φυλακάς, ὑπερασπιζόμενος
τὰς τῶν Ἁγίων Πατέρων παραδόσεις
καὶ καταφρονῶν τοὺς νόμους
τῶν βασιλέων,
ἠξιώθη δὲ καὶ τῆς Χάριτος τῶν θαυμάτων,
ψυχάς τε καὶ σώματα θεραπεύων.
Γενναίως λοιπὸν ἀθλήσας καὶ ἴσον ἀγωνα μετὰ τῶν Ἁγίων ἀγωνισθείς,
ἴσον καὶ τὸν στέφανον ἔλαβε.


--

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου