---
ΜΕΓΑΛΗ TΕΤΑΡΤΗ
Ὑπὲρ τὴν πόρνην Ἀγαθὲ ἀνομήσας,
δακρύων ὄμβρους οὐδαμῶς Σοι προσῆξα·
ἀλλὰ σιγῇ δεόμενος προσπίπτω Σοι,
πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους Σου πόδας,
ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς,
τῶν ὀφλημάτων κράζοντι Σωτήρ·
ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαι με.
* * *
Δύο γυναῖκες, λέγουσιν οἱ κριτικώτεροι τῶν Εὐαγγελίων ἑρμηνευταί,
ἤλειψαν τὸν Κύριον μύρῳ, ἡ μὲν πολὴν καιρὸν πρὸ τοῦ πάθους Αὐτοῦ,
ἡ δὲ πρὸ ὁλίγων ἡμερῶν· καὶ ἡ μὲν ὑπῆρχε πόρνη καὶ ἁμαρτωλή,
ἡ δὲ σώφρων καὶ ἐνάρετος Τοῦ εὐλαβοῦς τούτου ἔργου τήν μνήμην ἐπιτελοῦσα
σήμερον ἡ Ἐκκλησία καί εἰς τό πρόσωπον τῆς πόρνης αὐτό ἀναφέρουσα,
συναναφέρει ἐν ταυτῷ καί τήν προδοσίαν τοῦ Ἰούδα, ἅπερ ἀμφότερα ἐπράχθησαν
δύο ἡμέρας πρό τοῦ Νομικοῦ Πάσχα, Μαρτίου 21, ἡμέρα Τετράδι τῆς ἑβδομάδος.
Ἡ γυνὴ λοιπὸν ἐκείνη ἤλειψε διὰ τοῦ μύρου τὴν κεφαλὴν καὶ τοὺς πόδας
τοῦ Ἰησοῦ καὶ διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς ἀπεσφόγγισεν αὐτούς.
Τὸ πολύτιμον ἐκεῖνο μῦρον ἐξετιμήθη 300 δηνάρια.
Ἐκ τῶν Μαθητῶν ἐξόχως ὁ φιλάργυρος Ἰούδας σκανδαλίζεται,
τάχα διὰ τὴν ἀπώλειαν τοιούτου μύρου.
Ὁ Ἰησοῦς ἐπιπλήττει αὐτόν, ἵνα μὴ ἐνοχλῇ τὴν γυναῖκα·
καὶ ὁ Ἰούδας ἀγανακτῶν πορεύεται πρὸς τοὺς ἀρχιερεῖς,
συνηγμένους εἰς τὴν αὐλὴν τοῦ Καϊάφα καὶ συμβουλευουμένους
ἤδη κατὰ τοῦ Ἰησοῦ· καὶ συμφωνήσας μετ' αὐτῶν
τὴν προδοσίαν τοῦ Διδασκάλου διὰ τριάκοντα ἀργύρια,
ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα Αὐτὸν παραδῷ.
Ἕνεκα τούτου ἔλαβε ἀρχὴν ἀπ' αὐτῶν τῶν Ἁποστολικῶν χρόνων
ἡ νηστεία τῆς Τετράδος (Τετάρτης).

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου