* *** *

*  ***  *


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Τρίτη 8 Φεβρουαρίου 2011

Ο Άγιος Θεόδωρος ο Στουδίτης

Ἀνακομιδή: 26η Ἰανουαρίου


Στιχηρὰ προσόμοια Ἑσπερινοῦ

Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τὸν ἀρχηγέτην Στουδίου, δεῦτε ὑμνήσωμεν,
καὶ τῶν σεπτῶν Εἰκόνων, τὸν προστάτην τὸν θεῖον·
ὄντως ἀνεδείχθη δῶρον Θεοῦ, δογματίσας σαφέστατα·
ἡ τῶν Εἰκόνων προσκύνησις καὶ τιμή,
διαβαίνει εἰς πρωτότυπον.

* * *

Τιμᾶν Εἰκόνα Δεσπότου, καὶ Θεομήτορος,
καὶ πάντων τῶν Ἁγίων, διεσάλπισας πάτερ,
πᾶσιν Ὀρθοδόξοις διδοὺς τὴν χαράν,
ὦ Θεόδωρε πάνσοφε,
καὶ Παραδόσεων ὤφθης φύλαξ στερρός,
καὶ δογμάτων περιτείχισμα.

* * *

Τὸ κατ' εἰκόνα καθάρας, σεπτὲ Θεόδωρε,
Εἰκόνων τῶν Ἁγίων, Θεῖος πρόμαχος ὤφθης,
δαίμονος ἐκλύσας πᾶσαν ἰσχύν,
Παρακλήτου τῇ Χάριτι,
καὶ τῶν σεπτῶν διδαχῶν σου θείαις ροαῖς,
πλάνης φλόγας ἐναπέσβεσας.


--

4 σχόλια: