* *** *

*  ***  *


ΕΠΙΚΟΙΝΩΝΙΑ:





Τρίτη 13 Σεπτεμβρίου 2011

Έναρξη Εκκλησιαστικού Έτους 2012

+++

Ἐπὶ τῇ ἐνάρξει τοῦ νέου Ἐκκλησιαστικοῦ ἔτους
(1ῃ Σεπτεμβρίου)

Κοντάκιον. Ἦχος γ´.

Ὁ ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ,
καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ Αὐτοῦ ἐξουσίᾳ,
δώρησαι, τῷ φιλοχρίστῳ λαῷ Σου νίκας·
ἔτους δέ, τάς τε εἰσόδους καὶ τὰς ἐξόδους,
εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα
πρὸς θεῖον Σου θέλημα.


Ἕτερον. Ἦχος δ´.

Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης,
Θεὲ τῶν ὅλων, ὑπερούσιε ὄντως,
τὴν ἐνιαύσιον εὐλόγησον περίοδον,
σώζων τ
ῷ ἐλέει Σου τῷ ἀπείρῳ Οἰκτίρμον,
πάντας τοὺς λατρεύοντας Σοὶ τ
ῷ μόνῳ Δεσπότῃ,
καὶ ἐκβοῶντας φόβῳ Λυτρωτά·
Εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.


+++



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου