--
Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδωρος
ὁ Στουδίτης
ὁ Στουδίτης
Μνήμη: 11 Νοεμβρίου
Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον.
Τὴν Εἰκόνα σου ἅγιε, εὐλαβῶς ἀσπαζόμεθα,
ἀπαντλοῦντες Χάριν καὶ θεῖον ἔλεος,
καὶ ἀνυμνοῦντές σε λέγομεν· Πατέρων ἀγλάϊσμα,
καὶ Διδάσκαλε σοφέ, τῶν Εἰκόνων ὑπέρμαχε,
ὦ Θεόδωρε, τῶν γλωσσάλγων διάλυσον τὸν ζόφον,
σαῖς πρεσβείαις τῷ Κυρίῳ, καὶ Ἐκκλησίαν εἰρήνευσον.
Ταῖς αὐγαῖς τῶν λογίων σου, θεομάκαρ Θεόδωρε,
Μοναστῶν ἐλάμπρυνας θεῖον σύστημα,
καὶ ἀνενδότῳ φρονήματι, Πατέρων τὰ δόγματα,
ὑπερήσπισας λαμπρῶς, καὶ Ἁγίων μορφώματα,
διεκήρυττες, προσκυνεῖν σχετικῶς καὶ εὐλαβεῖσθαι·
διὸ πάντες σε τιμῶμεν, τῶν Ὀρθοδόξων τὸ καύχημα.

Θεοδωρος Στουδιτης ,Ψηφιδωτο της Ιερας Μονης Χιου
ΑπάντησηΔιαγραφή