ΕΠΙΚΟΙΝΩΝΙΑ:





Δευτέρα 10 Απριλίου 2023

«Ο ΝΥΜΦΙΟΣ, Ο ΚΑΛΛΕΙ ΩΡΑΙΟΣ»

+++


ΣΤΗΝ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ



«Ο ΝΥΜΦΙΟΣ
ὁ κάλλει ὡραῖος»

* * *

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελα. Ἦχος πλ. β´.


Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ·
νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος,
πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον.
Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν.
Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείσθω,
κοινωνείτω δὲ τοῦ λόγου, πιστὸς τῷ ἀμυήτῳ,
καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος·
οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν,
καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος,
Δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν.
Αὐτῆς ἡμᾶς καταξίωσον, Χριστὲ ὁ Θεός,
ὡς φιλάνθρωπος.


 
 ταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων,
καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως,
μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας,
διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι· μὴ οὖν ἐρίφοις με,
τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς· ἀλλὰ τοῖς ἐκ δεξιῶν,
συναριθμήσας προβάτοις, σῶσόν με ὡς φιλάνθρωπος.




  Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους,
ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν
τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν,
τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου,
καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος,
δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου
ὡς εὔσπλαγχνος.
 
 
 
 
+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου