ΕΠΙΚΟΙΝΩΝΙΑ:





Παρασκευή 6 Απριλίου 2018

Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ...

+++


 Συναξάριον

 Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ,
τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον
τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν
δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν,
πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.





Στίχοι

 Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.


Τά Ἐγκώμια


Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.


Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.

Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ,
καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾷς.


Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.

Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου,
δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.


Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον,
ἐκ μνημάτων τοὺς θανέντας ἀνιστῶν.


Ἔκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι...

Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανέντας παῖδας ἐζώωσας,
ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.



Ὁ Οἶκος.

Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις,
τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε,
καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο, ἡ γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο,
ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διερρήγνυντο, μνημεῖα δὲ πολλὰ
ἠνεῴχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίων Ἀνδρῶν.
ᾍδης κάτω στενάζει, καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι
Χριστοῦ τὴν Ἀνάστασιν, τὰ δὲ Γύναια κράζουσι·
Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον,
ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.



 Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει,
Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Ἀμήν!





+++

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου